Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.5 Joseph. AJ 10.10 (English) >>Joseph. AJ 10.14

10.8ὑπʼ αὐτοῦ διαφθείρῃ.” ταῦτα δὲ τὸν Ῥαψάκην ἑβραϊστὶ λέγοντα, τῆς γὰρ γλώττης εἶχεν ἐμπείρως, Ἐλιάκειμος φοβούμενος, μὴ τὸ πλῆθος ἐπακοῦσαν εἰς ταραχὴν ἐμπέσῃ, συριστὶ φράζειν ἠξίου. συνεὶς δʼ στρατηγὸς τὴν ὑπόνοιαν αὐτοῦ καὶ τὸ ἐπʼ αὐτῷ δέος μείζονι καὶ διατόρῳ τῇ φωνῇ χρώμενος ἀπεκρίνατο αὐτῷ ἑβραϊστὶ λέγειν, ὅπως ἀκούσαντες τὰ τοῦ βασιλέως προστάγματα πάντες τὸ συμφέρον ἕλωνται παραδόντες αὑτοὺς ἡμῖν· 10.9δῆλον γὰρ ὡς τὸν λαὸν ὑμεῖς τε καὶ βασιλεὺς ἐλπίσι παρακρουόμενοι ματαίαις ἀντέχειν πείθετε. εἰ δὲ θαρρεῖτε καὶ τὴν δύναμιν ἡμῶν ἀπώσεσθαι νομίζετε, δισχιλίους ἐκ τῆς ἐμοὶ παρούσης ἵππους ἕτοιμός εἰμι ὑμῖν παρέχειν, οἷς ἰσαρίθμους ἐπιβάτας δόντες ἐμφανίσατε τὴν αὑτῶν δύναμιν· ἀλλʼ οὐκ ἂν οὕς γε μὴ ἔχετε τούτους δῴητε. 10.10τί τοιγαροῦν βραδύνετε παραδιδόναι σφᾶς αὐτοὺς τοῖς κρείττοσι καὶ ληψομένοις ὑμᾶς καὶ μὴ θέλοντας; καίτοι τὸ μὲν ἑκούσιον τῆς παραδόσεως ἀσφαλὲς ὑμῖν, τὸ δὲ ἀκούσιον πολεμουμένοις ἐπικίνδυνον καὶ συμφορῶν αἴτιον φανεῖται.” 10.11

Ταῦτʼ ἀκούσαντες τε δῆμος καὶ οἱ πρέσβεις τοῦ στρατηγοῦ τῶν Ἀσσυρίων λέγοντος ἀπήγγειλαν Ἐζεκίᾳ. δὲ πρὸς ταῦτα τὴν βασιλικὴν ἀποδὺς ἐσθῆτα, ἀμφιασάμενος δὲ σάκκους καὶ σχῆμα ταπεινὸν ἀναλαβὼν τῷ πατρίῳ νόμῳ πεσὼν ἐπὶ πρόσωπον τὸν θεὸν ἱκέτευε καὶ βοηθῆσαι τῷ μηδεμίαν ἄλλην ἐλπίδα ἔχοντι σωτηρίας ἠντιβόλει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.5 Joseph. AJ 10.10 (English) >>Joseph. AJ 10.14

Powered by PhiloLogic